1.

[11.8] Τὸν γὰρ ὅρον φασὶν οἱ τεχνογράφοι (Cfr.
SVF fr. II 224 Arn. (ed).
) ψιλῇ τῇ συντάξει διαφέρειν τοῦ καθολικοῦ͵ δυνάμει τὸν αὐτὸν ὄντα. καὶ εἰκότως· ὁ γὰρ εἰπὼν ῾῾ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν᾽᾽ τῷ εἰπόντι ῾῾εἴ τί ἐστιν ἄνθρωπος͵ ἐκεῖνο ζῷόν ἐστι λογικὸν θνητόν᾽᾽ τῇ μὲν δυνάμει τὸ αὐτὸ λέγει͵ τῇ δὲ φωνῇ διάφορον.