1.

[11.9] καὶ ὅτι τοῦτο͵ συμφανὲς ἐκ τοῦ μὴ μόνον τὸ καθολικὸν τῶν ἐπὶ μέρους εἶναι περιληπτικόν͵ ἀλλὰ καὶ τὸν ὅρον ἐπὶ πάντα τὰ εἴδη τοῦ ἀποδιδομένου πράγματος διήκειν͵ οἷον τὸν μὲν τοῦ ἀνθρώπου ἐπὶ πάντας τοὺς κατ΄ εἶδος ἀνθρώπους͵ τὸν δὲ τοῦ ἵππου ἐπὶ πάντας τοὺς ἵππους. ἑνός τε ὑποταχθέντος ψεύδους ἑκάτερον γίνεται μοχθηρόν͵ τό τε καθολικὸν καὶ ὁ ὅρος.