1.

[11.10] ἀλλὰ γὰρ ὡς ταῦτα φωναῖς ἐξηλλαγμένα κατὰ δύναμίν ἐστι τὰ αὐτά͵ ὧδε καὶ ἡ τέλειος͵ φασί͵ διαίρεσις͵ δύναμιν ἔχουσα καθολικήν͵ συντάξει τοῦ καθολικοῦ διενήνοχεν. ὁ γὰρ τρόπῳ τῷδε διαιρούμενος ῾῾τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες͵ οἱ δὲ βάρβαροι᾽᾽ ἴσον τι λέγει τῷ ῾῾εἰ τινές εἰσιν ἄνθρωποι͵ ἐκεῖνοι ἢ Ἕλληνές εἰσιν ἢ βάρβαροι᾽᾽. ἐὰν γάρ τις ἄνθρωπος εὑρίσκηται μήτε Ἕλλην μήτε βάρβαρος͵ ἀνάγκη μοχθηρὰν μὲν εἶναι τὴν διαίρεσιν͵ ψεῦδος δὲ γίνεσθαι τὸ καθολικόν.