1.

[11.11] διόπερ καὶ τὸ οὕτω λεγόμενον ῾῾τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά͵ τὰ δὲ κακά͵ τὰ δὲ τούτων μεταξύ᾽᾽ δυνάμει κατὰ τὸν Χρύσιππον (Cfr.
SVF fr. II 224 Arn. (ed).
) τοιοῦτόν ἐστι καθολικόν· ῾῾εἴ τινά ἐστιν ὄντα͵ ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ κακά ἐστιν ἢ ἀδιάφορα᾽᾽. τὸ μέντοι γε τοιοῦτον καθολικὸν ψεῦδός ἐστιν ὑποτασσομένου τινὸς αὐτῷ ψεύδους.