1.

[11.12] δυεῖν γάρ φασιν ὑποκειμένων πραγμάτων͵ τοῦ μὲν ἀγαθοῦ͵ τοῦ δὲ κακοῦ͵ ἢ τοῦ μὲν ἀγαθοῦ͵ τοῦ δὲ ἀδιαφόρου͵ ἢ κακοῦ καὶ ἀδιαφόρου͵ τὸ μὲν ῾῾τοῦτ΄ ἔστι τῶν ὄντων ἀγαθόν᾽᾽ ἀληθές ἐστι͵ τὸ δὲ ῾῾ταῦτ΄ ἔστιν ἀγαθά᾽᾽ ψεῦδος· οὐ γάρ ἐστιν ἀγαθά͵ ἀλλὰ τὸ μὲν ἀγαθόν͵ τὸ δὲ κακόν.