1.

[11.13] καὶ τὸ ῾῾ταῦτ΄ ἔστι κακά᾽᾽ πάλιν ψεῦδος· οὐ γάρ ἐστι κακά͵ ἀλλὰ τὸ ἕτερον αὐτῶν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀδιαφόρων· ψεῦδος γὰρ τὸ ῾῾ταῦτ΄ ἔστιν ἀδιάφορα᾽᾽͵ ὥσπερ καὶ τὸ ῾῾ταῦτ΄ἔστιν ἀγαθὰ ἢ κακά᾽᾽.