HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,15
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,15.rdf
1.
[11.15] Ἄλλοι δὲ κἀκείνως ἐνέστησαν· πᾶσα γάρ͵ φασίν͵ ὑγιὴς διαίρεσις γένους ἐστὶ τομὴ εἰς τὰ
προσεχῆ εἴδη͵ καὶ διὰ τοῦτο μοχθηρὰ καθέστηκεν ἡ τοιαύτη διαίρεσις· ῾῾τῶν ἀνθρώπων οἱ μέν εἰσιν
Ἕλληνες͵ οἱ δὲ Αἰγύπτιοι͵ οἱ δὲ Πέρσαι͵ οἱ δὲ Ἰνδοί᾽᾽. τῷ γὰρ ἑτέρῳ τῶν προσεχῶν εἰδῶν οὐ τὸ
συζυγοῦν καὶ προσεχὲς εἶδος ἀντιδιέζευκται͵ ἀλλὰ τὰ τούτου εἴδη͵ δέον οὕτως εἰπεῖν· ῾῾τῶν
ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες͵ οἱ δὲ βάρβαροι᾽᾽͵ καὶ καθ΄ ὑποδιαίρεσιν λοιπόν ῾῾τῶν δὲ βαρβάρων
οἱ μέν εἰσιν Αἰγύπτιοι͵ οἱ δὲ Πέρσαι͵ οἱ δὲ Ἰνδοί᾽᾽.