1.

[11.15] Ἄλλοι δὲ κἀκείνως ἐνέστησαν· πᾶσα γάρ͵ φασίν͵ ὑγιὴς διαίρεσις γένους ἐστὶ τομὴ εἰς τὰ προσεχῆ εἴδη͵ καὶ διὰ τοῦτο μοχθηρὰ καθέστηκεν ἡ τοιαύτη διαίρεσις· ῾῾τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες͵ οἱ δὲ Αἰγύπτιοι͵ οἱ δὲ Πέρσαι͵ οἱ δὲ Ἰνδοί᾽᾽. τῷ γὰρ ἑτέρῳ τῶν προσεχῶν εἰδῶν οὐ τὸ συζυγοῦν καὶ προσεχὲς εἶδος ἀντιδιέζευκται͵ ἀλλὰ τὰ τούτου εἴδη͵ δέον οὕτως εἰπεῖν· ῾῾τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες͵ οἱ δὲ βάρβαροι᾽᾽͵ καὶ καθ΄ ὑποδιαίρεσιν λοιπόν ῾῾τῶν δὲ βαρβάρων οἱ μέν εἰσιν Αἰγύπτιοι͵ οἱ δὲ Πέρσαι͵ οἱ δὲ Ἰνδοί᾽᾽.