1.

[11.18] ἐκεῖνο δ΄ ἴσως ἁρμόσει προδιαρθρῶσαι͵ ὅτι τὸ ῾῾ἔστι᾽᾽ δύο σημαίνει͵ καὶ ἓν μὲν τὸ οἷον ῾῾ὑπάρχει᾽᾽͵ καθό φαμεν ἐπὶ τοῦ παρόντος τό ῾῾ὅτι ἡμέρα ἔστιν᾽᾽ ἀντὶ τοῦ ῾῾ἡμέρα ὑπάρχει᾽᾽͵ ἕτερον δὲ τὸ οἷον [ἡμέρα] ῾῾φαίνεται᾽᾽ (Cfr. PH I 135 et 198)͵ καθό τινες τῶν μαθηματικῶν εἰώθασι λέγειν πολλάκις͵ ὅτι τὸ μεταξὺ δυεῖν τινῶν ἀστέρων διάστημα πηχυαῖόν ἐστιν͵ ἐν ἴσῳ λέγοντες τῷ ῾῾φαίνεται καὶ οὐ πάντως ὑπάρχει᾽᾽· τάχα γὰρ ὑπάρχει μὲν σταδίων ἑκατόν͵ φαίνεται δὲ πηχυαῖον παρὰ τὸ ὕψος καὶ παρὰ τὴν τῆς ὄψεως ἀπόστασιν.