1.

[11.19] διττοῦ δὴ τυγχάνοντος τοῦ ῾῾ἔστι᾽᾽ μορίου͵ ὅταν λέγωμεν σκεπτικῶς ῾῾τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά͵ τὰ δὲ κακά͵ τὰ δὲ μεταξὺ τούτων᾽᾽͵ τὸ ῾῾ἔστιν᾽᾽ ἐντάττομεν οὐχ ὡς ὑπάρξεως ἀλλ΄ ὡς τοῦ ῾῾φαίνεσθαι᾽᾽ δηλωτικόν. περὶ μὲν γὰρ τῆς πρὸς τὴν φύσιν ὑποστάσεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων ἱκανοί πώς εἰσιν ἡμῖν ἀγῶνες πρὸς τοὺς δογματικούς·