1.

[11.20] κατὰ δὲ τὸ φαινόμενον τούτων ἕκαστον ἔχομεν ἔθος ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον προσαγορεύειν͵ καθάπερ καὶ ὁ
Τίμων ἐν τοῖς ἰνδαλμοῖς
(
fr. 68 (ed).
) ἔοικε δηλοῦν͵ ὅταν φῇ·
‘ἦ γὰρ ἐγὼν ἐρέω͵ ὥς μοι καταφαίνεται εἶναι͵
μῦθον ἀληθείης ὀρθὸν ἔχων κανόνα͵
ὡς ἡ τοῦ θείου τε φύσις καὶ τἀγαθοῦ αἰεί͵
ἐξ ὧν ἰσότατος γίνεται ἀνδρὶ βίος.’
Κειμένης οὖν κατὰ τὸν ὑποδεδειγμένον τρόπον τῆς προειρημένης διαιρέσεως͵ ἴδωμεν ἃ χρὴ φρονεῖν περὶ τῶν ἐν αὐτῇ͵ τὴν ἀρχὴν τῶν λόγων ἀπὸ τῆς ἐννοίας ποιησάμενοι.