1.

β´τί ἔστι τὸ ἀγαθὸν καὶ κακὸν καὶ ἀδιάφορον
[11.21] (§ 21 Cfr. M I 57) Τῆς κατὰ τὸν τόπον χειριζομένης ἡμῖν πρὸς τοὺς δογματικοὺς ἀντιρρήσεως τὸ κυριώτατον μέρος ἐχούσης ἐν τῇ διαγνώσει τῶν τε ἀγαθῶν καὶ κακῶν͵ πρὸ παντὸς ἁρμόσει τὴν ἐπίνοιαν τούτων στῆσαι· κατὰ γὰρ τὸν σοφὸν Ἐπίκουρον (
fr. 255 (ed).
) οὔτε ζητεῖν ἔστιν οὔτε ἀπορεῖν ἄνευ προλήψεως.