1.

[11.23] ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα͵ καὶ ἡ σπουδαία πρᾶξις͵ ἐνέργειά τις οὖσα κατ΄ ἀρετήν͵ ἄντικρύς ἐστιν ὠφέλεια· ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος͵ πάλιν τῶν ἀγαθῶν ὄντες καὶ αὐτοί͵ οὔτε ὠφέλεια λεχθεῖεν ἂν ὑπάρχειν οὔθ΄ ἕτεροι ὠφελείας δι΄αἰτίαν τοιαύτην·