1.

[11.24] τὰ γὰρ μέρη͵ φασὶ Στωικῶν παῖδες͵ οὔτε τὰ αὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἑτεροῖα τῶν ὅλων͵ οἷον ἡ χεὶρ οὔτε ἡ αὐτή ἐστιν τῷ ὅλῳ ἀνθρώπῳ (οὐ γὰρ ὅλος ἄνθρωπός ἐστιν ἡ χείρ)͵ οὔτε ἑτέρα τοῦ ὅλου (σὺν γὰρ τῇ [ὅλῃ] χειρὶ ὅλος ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος). ἐπεὶ οὖν καὶ τοῦ σπουδαίου ἀνθρώπου καὶ τοῦ φίλου μέρος ἐστὶν ἡ ἀρετή͵ τὰ δὲ μέρη οὔτε ταὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἕτερα τῶν ὅλων͵ εἴρηται ὁ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας. ὥστε πᾶν ἀγαθὸν τῷ ὅρῳ ἐμπεριειλῆφθαι͵ ἐάν τε ἐξ εὐθείας ὠφέλεια τυγχάνῃ͵ ἐάν τε μὴ ᾖ ἕτερον ὠφελείας.