HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,25
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,25.rdf
1.
[11.25]
ἔνθεν καὶ κατὰ ἀκολουθίαν τριχῶς εἰπόντες ἀγαθὸν προσαγορεύεσθαι͵
ἕκαστον τῶν σημαινομένων κατ΄ ἰδίαν πάλιν ἐπιβολὴν ὑπογράφουσιν.
λέγεται
γὰρ ἀγαθόν͵ φασί͵
καθ΄ ἕνα μὲν τρόπον τὸ ὑφ΄ οὗ ἢ ἀφ΄ οὗ ἔστιν
ὠφελεῖσθαι͵ ὃ δὴ ἀρχικώτατον ὑπῆρχε καὶ ἀρετή· ἀπὸ γὰρ ταύτης ὥσπερ τινὸς πηγῆς πᾶσα πέφυκεν
ἀνίσχειν ὠφέλεια.