1.

[11.25] ἔνθεν καὶ κατὰ ἀκολουθίαν τριχῶς εἰπόντες ἀγαθὸν προσαγορεύεσθαι͵ ἕκαστον τῶν σημαινομένων κατ΄ ἰδίαν πάλιν ἐπιβολὴν ὑπογράφουσιν. λέγεται γὰρ ἀγαθόν͵ φασί͵ καθ΄ ἕνα μὲν τρόπον τὸ ὑφ΄ οὗ ἢ ἀφ΄ οὗ ἔστιν ὠφελεῖσθαι͵ ὃ δὴ ἀρχικώτατον ὑπῆρχε καὶ ἀρετή· ἀπὸ γὰρ ταύτης ὥσπερ τινὸς πηγῆς πᾶσα πέφυκεν ἀνίσχειν ὠφέλεια.