1.

[11.27] κατὰ δὲ τὸν τρίτον καὶ τελευταῖον τρόπον λέγεται ἀγαθὸν τὸ οἷόν τε ὠφελεῖν͵ ἐμπεριλαμβανούσης τῆς ἀποδόσεως ταύτης τάς τε ἀρετὰς καὶ τὰς ἐναρέτους πράξεις καὶ τοὺς φίλους καὶ τοὺς σπουδαίους ἀνθρώπους͵ θεούς τε καὶ σπουδαίους δαίμονας.