1.

[11.28] παρ΄ ἣν αἰτίαν οὐκ ἐν ἴσῳ λέγεται παρά τε τοῖς περὶ τὸνΠλάτωνα καὶ Ξενοκράτη (
fr. 32 (ed).
) πολλαχῶς ὀνομάζεσθαι τἀγαθὸν καὶ παρὰ τοῖς Στωικοῖς. ἐκεῖνοι μὲν γάρ͵ ὅταν φῶσιν ἑτέρως λέγεσθαι ἀγαθὸν τὴν ἰδέαν καὶ ἑτέρως τὸ μετέχον τῆς ἰδέας͵ σημαινόμενα ἐκτίθενται καὶ κατὰ πολὺ ἀλλήλων διεστῶτα καὶ μηδεμίαν ἔχοντα κοινωνίαν͵ οἷόν τε καὶ ἐπὶ τῆς ῾῾κύων᾽᾽ φωνῆς θεωροῦμεν.