1.

[11.29] ὡς γὰρ ἐκ ταύτης σημαίνεται μὲν πτῶσις ὑφ΄ ἣν τὸ ὑλακτικὸν πέπτωκε ζῷον͵ καὶ ἔτι ὑφ΄ ἣν τὸ ἔνυγρον͵ καὶ πρὸς τούτοις ὑφ΄ ἣν ὁ φιλόσοφος͵ οὐ μὴν ἀλλὰ καὶ ὑφ΄ ἣν τὸ ἄστρον͵ οὐδὲν δὲ κοινὸν ἔχουσιν αἱ τοιαῦται πτώσεις͵ οὐδ΄ ἐμπεριέχεται τῇ δευτέρᾳ ἡ πρώτη καὶ τῇ τρίτῃ ἡ δευτέρα͵ οὕτω κἀν τῷ φάναι ἀγαθὸν τὴν ἰδέαν καὶ τὸ μετέχον τῆς ἰδέας ἔκθεσις μέν ἐστι σημαινομένων͵ κεχωρισμένων δὲ καὶ οὐδεμίαν περίληψιν ἐμφαινόντων.