1.

[11.30] (§ 30 Cfr. PH III 172) ἀλλ΄ οἱ μὲν ἀρχαιότεροι͵ ὡς προεῖπον͵ τοιοῦτοί τινες ἦσαν· οἱ δ΄ ἀπὸ τῆς Στοᾶς θέλουσιν ἐπὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας τὸ δεύτερον σημαινόμενον ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου καὶ τὸ τρίτον περιληπτικὸν τῶν δυοῖν. ἦσαν δὲ οἱ φάσκοντες (Cfr.
SVF fr. III 73 et 75 Arn. (ed).
) ἀγαθὸν ὑπάρχειν τὸ δι΄ αὑτὸ αἱρετόν. οἱ δ΄ οὕτως· ῾῾ἀγαθόν ἐστι τὸ συλλαμβανόμενον πρὸς εὐδαιμονίαν᾽᾽͵ τινὲς δὲ τὸ ῾῾συμπληρωτικὸν εὐδαιμονίας᾽᾽. εὐδαιμονία δέ ἐστιν͵ ὡς οἵ τε περὶ τὸν Ζήνωνα (Cfr.
SVF fr. I 184 Arn. (ed).
) καὶ Κλεάνθην καὶ Χρύσιππον ἀπέδοσαν͵ εὔροια βίου. (Cfr.
SVF fr. I 554 Arn. (ed).
et § 110.)
Πλὴν τὸ μὲν γένος τῆς τοῦ ἀγαθοῦ ἀποδόσεώς ἐστι τοιοῦτον·