1.

[11.32] ἀπ΄ οὐδεμιᾶς γὰρ αὐτῶν συμβαίνει [τὸ] αὐτὸ τοῦτο τὸ ὠφελεῖν͵ ἀλλ΄ ἀπὸ μὲν τῆς φρονήσεως τὸ φρονεῖν καὶ οὐ κοινότερον τὸ ὠφελεῖν (εἰ γὰρ αὐτὸ τοῦτο συμβαίνοι͵ τὸ ὠφελεῖν͵ οὐκ ἔσται ὡρισμένως φρόνησις͵ γενικὴ δ΄ ἀρετή)͵ καὶ ἀπὸ τῆς σωφροσύνης τὸ κατ΄ αὐτὴν κατηγόρημα͵ σωφρονεῖν͵ οὐ τὸ κοινόν͵ ὠφελεῖν͵ καὶ ἐπὶ τῶν λοιπῶν τὸ ἀνάλογον.