1.

[11.33] οἱ (Cfr.
SVF fr. III 75 Arn. (ed).
) δ΄ ἀντικαθιστάμενοι πρὸς τοῦτο τὸ ἔγκλημα τοῦτό φασιν· ὅταν λέγωμεν· ῾῾ἀγαθόν ἐστιν ἀφ΄ οὗ συμβαίνει τὸ ὠφελεῖσθαι᾽᾽͵ ἐν ἴσῳ τούτῳ λέγομεν· ῾῾ἀγαθόν ἐστιν ἀφ΄ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι᾽᾽. οὕτω γὰρ καὶ ἑκάστη τῶν ἐπ΄ εἴδους ἀρετῶν ἀγαθὸν γενήσεται͵ κοινῶς μὲν τὸ ὠφελεῖν μὴ ἐπιφέρουσα͵ τὶ δὲ τῶν ἐν τῷ 〈βίῳ〉 ὠφελεῖσθαι παρεχομένη͵ οἷον ἡ μὲν 〈τὸ〉 φρονεῖν͵ καθάπερ ἡ φρόνησις͵ ἡ δὲ τὸ σωφρονεῖν͵ ὡς ἡ σωφροσύνη.