1.

[11.34] θελήσαντες δὲ οὗτοι ὡς ἀπολογούμενοι τὸ πρότερον ἔγκλημα φυγεῖν͵ εἰς ἕτερον ἀπεκυλίσθησαν. εἰ γὰρ [ἕτερον] ἔστι τὸ λεγόμενον τοιοῦτο· ῾῾ἀγαθόν ἐστιν ἀφ΄ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι᾽᾽͵ ἡ γενικὴ ἀρετὴ ἀγαθὸν οὖσα οὐχ ὑποπεσεῖται τῷ ὅρῳ· οὐ γὰρ ἀπ΄ αὐτῆς συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι (ἐπεὶ μία τῶν ἐπ΄ εἴδους γενήσεται)͵ ἀλλ΄ ἁπλῶς τὸ ὠφελεῖσθαι.