1.

[11.35] (§§ 35-39 Cfr. PH III 173 sq.) Καὶ ἕτερα δὲ εἴωθε λέγεσθαι πρὸς τοὺς τοιούτους ὅρους͵ δογματικῆς ἐχόμενα περιεργίας. ἡμῖν δὲ ἀπόχρη ἀποδεῖξαι͵ ὅτι ὁ λέγων ἀγαθὸν τὸ ὠφελοῦν ἢ τὸ δι΄ αὑτὸ αἱρετὸν ἢ τὸ συνεργοῦν πρὸς εὐδαιμονίαν͵ ἢ οὕτω πως ἀποδιδούς͵ οὐχ ὃ ἔστιν ἀγαθὸν διδάσκει͵ ἀλλὰ τὸ συμβεβηκὸς αὐτῷ παρίστησιν. ὁ δὲ τὸ συμβεβηκὸς τἀγαθῷ παριστὰς οὐκ αὐτὸ δείκνυσι τἀγαθόν. εὐθέως γοῦν τὸ μὲν ὅτι ὠφελεῖ τἀγαθὸν καὶ τὸ ὅτι αἱρετόν ἐστι͵ παρὸ ἀγαθὸν εἴρηται τὸ οἷον ἀγαστόν (
Plato Cratyl. p. 412 C, 422A
; cfr. § 85 et PH III 175)͵ ὅτι 〈τε〉 εὐδαιμονίας ἐστὶ ποιητικόν͵ πάντες συγχωροῦσιν·