1.

[11.37] εἰ δέ γε ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο͵ ὃ ἔστι τὸ ἀγαθόν͵ οὐκ ἂν ἐπεστασίαζον ὡς ἀγνοουμένης τῆς τἀγαθοῦ φύσεως. τοίνυν οὐχ ὃ ἔστι τὸ ἀγαθὸν οἱ ἐκκείμενοι ὅροι διδάσκουσιν͵ ἀλλὰ τὸ συμβεβηκὸς τἀγαθῷ. διόπερ οὐδὲ κατὰ τοῦτο μόνον εἰσὶ μοχθηροί͵ ἀλλὰ καὶ καθόσον ἀδυνάτου τινὸς ἐφίενται πράγματος·