HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,38
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,38.rdf
1.
[11.38] ὁ γὰρ ἀγνοῶν τι τῶν ὄντων͵ οὗτος οὐδὲ τὸ συμβεβηκὸς ἐκείνῳ γινώσκειν δύναται. οἷον ὁ
πρὸς τὸν ἀγνοοῦντα͵ τί ἐστιν ἵππος͵ λέγων· ῾῾ἵππος ἐστὶ ζῷον χρεμετιστικόν᾽᾽ οὐ διδάσκει͵ ὃ
ἔστιν ἵππος· τῷ γὰρ μὴ γινώσκοντι τὸν ἵππον καὶ τὸ χρεμετίζειν ἀγνοεῖται͵ ὅπερ ἦν τοῦ ἵππου
συμβεβηκός. καὶ ὁ πρὸς τὸν μὴ κατειληφότα͵ τί ἐστι βοῦς͵ προφερόμενος· ῾῾βοῦς ἐστι ζῷον
μυκητικόν᾽᾽ οὐ παρίστησι τὸν βοῦν· τῷ γὰρ μὴ γινώσκοντι τοῦτον συνακαταληπτεῖται καὶ τὸ
μυκᾶσθαι͵ συμβεβηκὸς ὑπάρχον τοῦ βοός.