1.

[11.38] ὁ γὰρ ἀγνοῶν τι τῶν ὄντων͵ οὗτος οὐδὲ τὸ συμβεβηκὸς ἐκείνῳ γινώσκειν δύναται. οἷον ὁ πρὸς τὸν ἀγνοοῦντα͵ τί ἐστιν ἵππος͵ λέγων· ῾῾ἵππος ἐστὶ ζῷον χρεμετιστικόν᾽᾽ οὐ διδάσκει͵ ὃ ἔστιν ἵππος· τῷ γὰρ μὴ γινώσκοντι τὸν ἵππον καὶ τὸ χρεμετίζειν ἀγνοεῖται͵ ὅπερ ἦν τοῦ ἵππου συμβεβηκός. καὶ ὁ πρὸς τὸν μὴ κατειληφότα͵ τί ἐστι βοῦς͵ προφερόμενος· ῾῾βοῦς ἐστι ζῷον μυκητικόν᾽᾽ οὐ παρίστησι τὸν βοῦν· τῷ γὰρ μὴ γινώσκοντι τοῦτον συνακαταληπτεῖται καὶ τὸ μυκᾶσθαι͵ συμβεβηκὸς ὑπάρχον τοῦ βοός.