1.

[11.39] οὐκοῦν καὶ πρὸς τὸν ἀνεννόητον ὄντα τἀγαθοῦ μάτην καὶ ἀνωφελῶς λέγεται͵ ὅτι ἀγαθόν ἐστι τὸ αἱρετὸν ἢ τὸ ὠφελοῦν. πρῶτον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν͵ εἶτα τότε συνιέναι͵ ὅτι ὠφελεῖ καὶ ὅτι αἱρετόν ἐστι καὶ εὐδαιμονίας ποιητικόν. ἐπ΄ ἀγνοουμένῃ δὲ ταύτῃ καὶ οἱ τοιοῦτοι τῶν ὅρων οὐ διδάσκουσι τὸ ζητούμενον.