1.

[11.40] (§ 40 Cfr. PH III 176) Δείγματος μὲν οὖν χάριν ἀπαρκέσει ταῦτ΄ εἰρῆσθαι περὶ τῆς τἀγαθοῦ νοήσεως. ἐξ ὧν͵ ὡς οἶμαι͵ σαφῆ τυγχάνει καὶ τὰ περὶ τοῦ κακοῦ τεχνολογούμενα παρὰ τοῖς ἑτεροδόξοις. κακὸν γάρ (Cfr.
SVF fr. III 77 Arn. (ed).
) ἐστι τὸ ἐναντίον τῷ ἀγαθῷ· ὅπερ βλάβη ἐστὶν ἢ οὐχ ἕτερον βλάβης͵ καὶ βλάβη μὲν ὥσπερ κακία καὶ ἡ φαύλη πρᾶξις͵ οὐχ ἕτερον δὲ βλάβης καθάπερ ὁ φαῦλος ἄνθρωπος καὶ ὁ ἐχθρός.