1.

γ´ εἰ ἔστι φύσει ἀγαθὸν καὶ κακὸν
[11.42] (§§ 42-44 Cfr. PH III 175) Ὅτι μὲν οὖν οὐ κεκρατημένως ὑπέγραψαν οἱ δογματικοὶ τὴν ἐπίνοιαν τοῦ τε ἀγαθοῦ καὶ κακοῦ͵ πρότερον ἐπελογισάμεθα· πρὸς δὲ τὸ εὐχερέστερον συμπεριφέρεσθαι τοῖς περὶ τῆς ὑπάρξεως αὐτοῦ λόγοις αὔταρκές ἐστιν εἰπεῖν͵ ὡς ἄρα πάντες ἄνθρωποι͵ καθάπερ ἔλεγε καὶ ὁ Αἰνησίδημος͵ ἀγαθὸν ἡγούμενοι τὸ αἱροῦν αὐτούς͵ ὁποῖον ἄν ποτ΄ ᾖ͵ μαχομένας ἔχουσι τὰς ἐν εἴδει περὶ αὐτοῦ κρίσεις.