1.

[11.43] καὶ ὃν τρόπον συμφωνοῦντες͵ εἰ τύχοι͵ περὶ τοῦ εἶναί τινα σωματικὴν εὐμορφίαν περὶ τῆς εὐμόρφου καὶ καλῆς γυναικὸς στασιάζουσιν͵ τοῦ μὲν Αἰθίοπος τὴν σιμοτάτην καὶ μελαντάτην προκρίνοντος͵ τοῦ δὲ Πέρσου τὴν γρυποτάτην καὶ λευκοτάτην ἀποδεχομένου͵ ἄλλου δὲ τὴν μέσην κατά τε τὸν χαρακτῆρα καὶ κατὰ τὴν χρόαν πασῶν καλλίονα λέγοντος͵