1.

[11.44] (§§ 44-47 Cfr. PH III 180-181) τὸν αὐτὸν τρόπον κατὰ κοινὴν πρόληψιν δοξάζοντες εἶναί τι ἀγαθὸν καὶ κακὸν οἵ τε ἰδιῶται καὶ οἱ φιλόσοφοι͵ ἀγαθὸν μὲν τὸ αἱροῦν αὐτοὺς καὶ ὠφελοῦν͵ κακὸν δὲ τὸ ἐναντίως ἔχον͵ κατ΄ εἶδος πρὸς ἀλλήλους πολεμοῦσιν·
‘ἄλλος γάρ τ΄ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις͵’(
Hom.Od. XIV 228
cfr.PH I 86)
καὶ κατ΄ Ἀρχίλοχον (
fr. 36 (ed).
= fr. 55 (ed).
)
‘ἄλλος ἄλλῳ ἐπ΄ ἔργῳ καρδίην ἰαίνεται͵’
εἴγε ὁ μὲν δόξαν ἀσπάζεται͵ ὁ δὲ πλοῦτον͵ ἄλλος εὐεξίαν͵ τὶς δὲ ἡδονήν. καὶ ἐπὶ τῶν φιλοσόφων ὁ αὐτὸς λόγος.