HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,45
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,45.rdf
1.
[11.45]
οἱ μὲν γὰρ ἀπὸ τῆς
Ἀκαδημίας καὶ τοῦ
Περιπάτου τρία γένη φασὶν εἶναι τῶν ἀγαθῶν͵ καὶ ἃ μὲν περὶ
ψυχὴν ὑπάρχειν͵ ἃ δὲ περὶ σῶμα͵ ἃ δὲ ἐκτὸς ψυχῆς τε καὶ σώματος͵ περὶ μὲν οὖν ψυχὴν τὰς ἀρετάς͵
περὶ δὲ τὸ σῶμα ὑγίειαν καὶ εὐεξίαν καὶ εὐαισθησίαν καὶ κάλλος καὶ πᾶν ὃ τῆς ὁμοίας ἐστὶν
ἰδέας͵ ἐκτὸς δὲ ψυχῆς καὶ σώματος πλοῦτον πατρίδα γονεῖς τέκνα φίλους͵ τὰ παραπλήσια.