1.

[11.45] οἱ μὲν γὰρ ἀπὸ τῆς Ἀκαδημίας καὶ τοῦ Περιπάτου τρία γένη φασὶν εἶναι τῶν ἀγαθῶν͵ καὶ ἃ μὲν περὶ ψυχὴν ὑπάρχειν͵ ἃ δὲ περὶ σῶμα͵ ἃ δὲ ἐκτὸς ψυχῆς τε καὶ σώματος͵ περὶ μὲν οὖν ψυχὴν τὰς ἀρετάς͵ περὶ δὲ τὸ σῶμα ὑγίειαν καὶ εὐεξίαν καὶ εὐαισθησίαν καὶ κάλλος καὶ πᾶν ὃ τῆς ὁμοίας ἐστὶν ἰδέας͵ ἐκτὸς δὲ ψυχῆς καὶ σώματος πλοῦτον πατρίδα γονεῖς τέκνα φίλους͵ τὰ παραπλήσια.