HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,46
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,46.rdf
1.
[11.46]
οἱ δὲ ἀπὸ τῆς Στοᾶς (Cfr.
SVF
fr. III 96
Arn. (ed).
)
τρία μὲν
γένη τῶν ἀγαθῶν καὶ αὐτοὶ τυγχάνειν ἔλεξαν͵ οὐχ ὡσαύτως δέ· τούτων γὰρ τὰ μὲν περὶ ψυχήν͵ τὰ
δ΄ ἐκτός͵ τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός͵ ἐξαιροῦντες τὸ γένος τῶν περὶ τὸ σῶμα ἀγαθῶν ὡς μὴ
ἀγαθῶν. καὶ δὴ περὶ μὲν ψυχὴν εἶναί φασι τὰς ἀρετὰς καὶ 〈τὰς〉 σπουδαίας πράξεις͵ ἐκτὸς δὲ
εἶναι τόν τε φίλον καὶ τὸν σπουδαῖον ἄνθρωπον καὶ τὰ σπουδαῖα τέκνα καὶ γονεῖς καὶ τὰ ὅμοια͵
οὔτε δὲ περὶ ψυχὴν οὔτε ἐκτὸς αὐτὸν τὸν σπουδαῖον ἄνθρωπον ὡς πρὸς ἑαυτόν. οὔτε γὰρ ἐκτὸς
ἑαυτοῦ δυνατὸν εἶναι αὐτὸν οὔτε περὶ ψυχήν· ἐκ γὰρ ψυχῆς καὶ σώματος συνέστηκεν.