1.

[11.46] οἱ δὲ ἀπὸ τῆς Στοᾶς (Cfr.
SVF fr. III 96 Arn. (ed).
) τρία μὲν γένη τῶν ἀγαθῶν καὶ αὐτοὶ τυγχάνειν ἔλεξαν͵ οὐχ ὡσαύτως δέ· τούτων γὰρ τὰ μὲν περὶ ψυχήν͵ τὰ δ΄ ἐκτός͵ τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός͵ ἐξαιροῦντες τὸ γένος τῶν περὶ τὸ σῶμα ἀγαθῶν ὡς μὴ ἀγαθῶν. καὶ δὴ περὶ μὲν ψυχὴν εἶναί φασι τὰς ἀρετὰς καὶ 〈τὰς〉 σπουδαίας πράξεις͵ ἐκτὸς δὲ εἶναι τόν τε φίλον καὶ τὸν σπουδαῖον ἄνθρωπον καὶ τὰ σπουδαῖα τέκνα καὶ γονεῖς καὶ τὰ ὅμοια͵ οὔτε δὲ περὶ ψυχὴν οὔτε ἐκτὸς αὐτὸν τὸν σπουδαῖον ἄνθρωπον ὡς πρὸς ἑαυτόν. οὔτε γὰρ ἐκτὸς ἑαυτοῦ δυνατὸν εἶναι αὐτὸν οὔτε περὶ ψυχήν· ἐκ γὰρ ψυχῆς καὶ σώματος συνέστηκεν.