1.

[11.47] εἰσὶ δὲ οἱ τοσοῦτον ἀπέχοντες τοῦ ἐξαιρεῖν τὸ γένος τῶν περὶ σώματι ἀγαθῶν͵ ὡς καὶ ἐν αὐτοῖς τὸ ἀρχικώτατον ἀπολιπεῖν ἀγαθόν· ὁποῖοί εἰσιν οἱ τὴν κατὰ σάρκα ἡδονὴν ἀσπαζόμενοι. καὶ ἵνα μὴ δοκῶμεν νῦν ἐπὶ πλεῖον ἐκτείνειν τὸν λόγον παριστάντες͵ ὅτι ἀσύμφωνός ἐστι καὶ μαχομένη ἡ περὶ ἀγαθοῦ τε καὶ κακοῦ τῶν ἀνθρώπων κρίσις͵ ἐπὶ ἑνὸς ὑποδείγματος ποιησόμεθα τὴν ὑφήγησιν͵ καθάπερ τῆς ὑγείας͵ ἐπεὶ καὶ συνηθέστερός ἐστιν ἡμῖν ὁ περὶ αὐτῆς λόγος.