1.

[11.48] Οὐκοῦν τὴν ὑγείαν οἱ μὲν νομίζουσιν ἀγαθὸν εἶναι οἱ δ΄ οὐκ ἀγαθόν͵ καὶ τῶν ἀγαθὸν ὑπολαμβανόντων οἱ μὲν μέγιστον ἀγαθὸν ταύτην ἔλεξαν͵ οἱ δ΄ οὐ μέγιστον͵ καὶ τῶν οὐκ ἀγαθὸν εἰπόντων οἱ μὲν ἀδιάφορον προηγούμενον͵ οἱ δὲ ἀδιάφορον (Cfr. 59 sqq. et PH III 191 sq.) μέν͵ οὐ προηγούμενον δέ.