1.

[11.49] ἀγαθὸν μὲν οὖν͵ καὶ τοῦτο πρῶτον͵ εἰρήκασι τὴν ὑγείαν οὐκ ὀλίγοι τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων καὶ κἀθόλου πάντες οἱ ἀπὸ τοῦ βίου. Σιμωνίδης (
fr. 70 (ed).
= fr. 99 (ed).
) μὲν γὰρ ὁ μελοποιός φησι μηδὲ καλὰς σοφίας εἶναι χάριν͵ εἰ μή τις ἔχοι σεμνὴν ὑγείαν· Λικύμνιος (
fr. 4 (ed).
) δὲ προειπὼν ταῦτα·
‘λιπαρόμματε͵ μᾶτερ ὑψίστα͵ θρόνων
σεμνῶν Ἀπόλλωνος βασίλεια ποθεινά͵
πραϋγέλως Ὑγεία͵’
ποῖον ὑψηλὸν ἐπιφέρει·
‘τίς γὰρ πλούτου χάρις ἢ τοκήων
ἢ τᾶς ἰσοδαίμονος ἀνθρώπου βασιληΐδος ἀρχᾶς;
σέθεν δὲ χωρὶς οὔ τις εὐδαίμων ἔφυ. (
fr. 2 (ed).
)’