[58] Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον (A. Pal. VII. 97)˙

οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,
ἀλλ' ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι,
παιδείης παρ' ἑῆς Ἑλληνικὰ πράγματα δείξας,
ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.

ἄλλο, ὡς ἐτελεύτα (A. Pal. VII. 98)˙

εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται
φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου˙
ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν
οὕτως ἀρέσκῃ˙ κεῖθι καὶ μένειν ἔγνως.

[58] Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον˙

οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,
ἀλλ' ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι,
παιδείης παρ' ἑῆς Ἑλληνικὰ πράγματα δείξας,
ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.

ἄλλο, ὡς ἐτελεύτα˙

εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται
φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου˙
ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν
οὕτως ἀρέσκῃ˙ κεῖθι καὶ μένειν ἔγνως.

[58] Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον [1325] ἔχοντα τὸν τρόπον˙

οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,
ἀλλ' ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι,
παιδείῃ γαρ ἑῇ 〈γ'〉 Ἑλληνικὰ πράγματα δείξας,
ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.

[13210] Ἄλλο, ὡς ἐτελεύτα˙

Εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται
φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου˙
ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν
(οὕτως ἀρέσκει) κεῖθι καὶ μένειν ἔγνως.