1.

[11.51] ἀλλ΄ οὗτοι μὲν οὕτως· ἀγαθὸν δ΄ εἶπαν αὐτὴν ὑπάρχειν͵ οὐ μὴν καὶ πρῶτον͵ οἵ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ Περιπάτου (Cfr. § 77). δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκείαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. ἔνθεν καὶ ὁ Κράντωρ (
fr. 13 (ed).
) εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι.