1.

[11.53] πρῶτον μὲν γὰρ ὁ πλοῦτος παραπηδήσας ἐρεῖ· ῾῾ἐγώ͵ ἄνδρες Πανέλληνες͵ κόσμον παρέχων πᾶσιν ἀνθρώποις καὶ τὰς ἐσθῆτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι͵ καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά͵ ἐν δὲ πολέμοις νεῦρα τῶν πράξεων γίνομαι᾽᾽.