1.

[11.55] λέγῃ δὲ εἰς μέσον καταστᾶσα͵ ὅτι αὐτὴν δίκαιόν ἐστιν ἀναγορεύειν (
Euripid. Phoen. 558 + Electra 944
) ‘(ὁ δ΄ ὄλβος οὐ βέβαιος͵ ἀλλ΄ ἐφήμερος
ἐξέπτατ΄ οἴκων͵ μικρὸν ἀνθήσας χρόνον͵’
διώκεταί τε πρὸς τῶν ἀνθρώπων οὐ δι΄ ἑαυτόν͵ ἀλλὰ τὴν ἐξ αὐτοῦ περιγινομένην ἀπόλαυσιν καὶ ἡδονήν)͵ πάντως οἱ Πανέλληνες͵ οὐκ ἄλλως ἔχειν τὸ πρᾶγμα ἢ οὕτως ὑπολαβόντες͵ κεκράξονται δεῖν τὴν ἡδονὴν στεφανοῦν.