HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,58
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-11,58.rdf
1.
[11.58]
῾῾ἐμοῦ μὴ παρούσης͵ ἄνδρες Ἕλληνες͵ ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν
παρ΄ ὑμῖν ἀγαθῶν͵ εὔξαιντό τ΄ ἂν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς πᾶσι τοῖς ἀγαθοῖς ὡς
μελλήσοντες ὑμῶν κρατεῖν᾽᾽͵ καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν πρωτεῖα τῇ ἀρετῇ
ἀποδώσουσι͵ τὰ δὲ δευτερεῖα τῇ ὑγείᾳ͵ τὰ δὲ τρίτα τῇ ἡδονῇ͵ τελευταῖον δὲ τάξουσι τὸν
πλοῦτον.