1.

[11.58] ῾῾ἐμοῦ μὴ παρούσης͵ ἄνδρες Ἕλληνες͵ ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν παρ΄ ὑμῖν ἀγαθῶν͵ εὔξαιντό τ΄ ἂν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς πᾶσι τοῖς ἀγαθοῖς ὡς μελλήσοντες ὑμῶν κρατεῖν᾽᾽͵ καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν πρωτεῖα τῇ ἀρετῇ ἀποδώσουσι͵ τὰ δὲ δευτερεῖα τῇ ὑγείᾳ͵ τὰ δὲ τρίτα τῇ ἡδονῇ͵ τελευταῖον δὲ τάξουσι τὸν πλοῦτον.