1.

[11.59] (§§ 59-61 Cfr. PH III 177) Καὶ δὴ ὁ μὲν Κράντωρ τὴν ὑγείαν ἐν δευτέρᾳ μοίρᾳ ἐτίθετο͵ στοιχῶν τοῖς προειρημένοις φιλοσόφοις (Cfr. PH III 235 sq. et § 161)· οὐκ ἀγαθὸν δ΄ οἱ ἀπὸ τῆς Στοᾶς ἔλεξαν αὐτήν͵ ἀλλ΄ ἀδιάφορον. Τὸ ἀδιάφορον δ΄ οἴονται (Cfr.
SVF fr. III 122 Arn. (ed).
) λέγεσθαι τριχῶς͵ καθ΄ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται͵ οἷόν ἐστι τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τὰς ἐπὶ τῇ κεφαλῇ τρίχας·