1.

[11.60] καθ΄ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν καὶ ἀφορμὴ γίνεται͵ οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε͵ οἷον ἐπὶ δυεῖν δραχμῶν ἀπαραλλάκτων τῷ τε χαρακτῆρι καὶ τῇ λαμπρότητι͵ ὅταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ 〈τὸ〉 ἕτερον αὐτῶν αἱρεῖσθαι͵ οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε.