1.

[11.61] κατὰ δὲ τρίτον καὶ τελευταῖον τρόπον φασὶν ἀδιάφορον τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συλλαμβανόμενον συμβαλλόμενον [Note:
0. Seguendo la tradizione manoscritta leggo συλλαμβανόμενον (cfr. anche R. Bett, ed. Sextus Empiricus. Against the Ethicists -Adversus Mathematicos XI-, Oxford 1997, p. 88). Qui, seguendo la tradizione manoscritta, leggiamo il terzo significato stoico di ἀδιάφορον come τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συλλαμβανόμενον indebitamente corretto da Mutschmann in τὸ μήτε... συμβαλλόμενον per confronto con III 177 e II 175.
] ͵ καθ΄ ὃ σημαινόμενόν φασι τήν τε ὑγείαν καὶ νόσον καὶ πάντα τὰ σωματικὰ καὶ τὰ πλεῖστα τῶν ἐκτὸς ἀδιάφορα τυγχάνειν διὰ τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συντείνειν. ᾧ γὰρ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι͵ τοῦτ΄ ἂν εἴη ἀδιάφορον· διὰ παντὸς δ΄ ἀρετῇ μὲν καλῶς͵ κακίᾳ δὲ κακῶς͵ ὑγείᾳ δὲ καὶ τοῖς περὶ σώματι ποτὲ μὲν εὖ͵ ποτὲ δὲ κακῶς ἔστι χρῆσθαι͵ διὸ ταῦτ΄ ἂν εἴη ἀδιάφορα.