1.

[11.62] (§§ 62-66 Cfr. PH III 191-192; § 48) ἤδη δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι προηγμένα͵ τὰ δ΄ ἀποπροηγμένα͵ τὰ δὲ μήτε προηγμένα μήτε ἀποπροηγμένα͵ καὶ προηγμένα μὲν εἶναι τὰ ἱκανὴν ἀξίαν ἔχοντα͵ ἀποπροηγμένα δὲ τὰ ἱκανὴν ἀπαξίαν ἔχοντα͵ μήτε δὲ προῆχθαι μήτε ἀποπροῆχθαι͵ οἷον τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον καὶ πᾶν ὃ τούτῳ παραπλήσιόν ἐστιν.