1.

[11.63] τάττεσθαι δ΄ ἐν μὲν τοῖς προηγμένοις τήν τε ὑγείαν καὶ τὴν ἰσχὺν καὶ τὸ κάλλος͵ πλοῦτόν τε καὶ δόξαν καὶ τὰ ἐοικότα͵ ἐν δὲ τοῖς ἀποπροηγμένοις νόσον καὶ πενίαν καὶ ἀλγηδόνα καὶ τὰ ἀνάλογα. ὧδε μὲν καὶ οἱ ἀπὸ τῆς Στοᾶς·